TLG 1237 001 :: 〈CALLICRATIDAS〉 :: Fragmenta 〈CALLICRATIDAS〉 Phil. Fragmenta Citation: Page — (line) | ||
103(1t) | Περὶ οἴκου εὐδαιμονίας | |
2 | Stob. 4.22.101 p. 534 He. (Mullach 2 p. 30) Καλλικρατίδα ἐκ τοῦ Περὶ οἴκου εὐδαιμονίας. Ἔχει δὲ τὸ ἴχνος τοῦτο τᾶς διακοσμάσιος πρᾶτον καὶ αὐτὸς ὁ ἄνθρωπος ἐν τᾷ διαιρέσει τᾶς ψυχᾶς· ταύτας ὃ μέν τί | |
---|---|---|
5 | ἐστι λογισμός, ὃ δὲ θυμός, ὃ δὲ ἐπιθυμία. ὁ μὲν ὦν λογισμὸς οἰκοδεσπότᾳ καὶ ἄρχοντι ποτεμφερής ἐστι, πρεσβύτερός τε γάρ ἐστι τᾷ φύσει καὶ τᾷ γενέσει, διανοητικώτατος καὶ κριτικώτατος· ἁ δ’ ἐπιθυμία, θᾶλυ καὶ νεαρὸν καὶ ὑγρὸν πάθος ὑπάρχοισα τᾷ ψυχᾷ, γυναικὶ ποτιφερής ἐντι· ὁ δὲ θυμός, ὁρμᾶς καὶ ζέσιος μεστὸς ἐὼν καὶ συνακούων καὶ | |
10 | ἐπακολουθῶν πολλάκις τῷ λογισμῷ ἢ τῷ νῷ, [καὶ] νεανίᾳ ποθωμοίωται. ἁ μὲν γὰρ μονάς ἐστι τὸ γεννῶν καὶ ὁρίζον, ἁ δὲ δυὰς τὸ ὁριστὸν καὶ ὁριζόμενον. καὶ τὸ μὲν περιττὸν ἐκ τᾶς καθ’ αὑτὸ φύσιος, τὸ δὲ ἄρτιον ἐκ τᾶς πρός τι· διότι τὸ μὲν καθ’ αὑτὸ περαίνει, καὶ τὸ ἄρτιον ἐκ τᾶς πρός τι. καὶ τὸ μὲν κατὰ περισσὰς χώρας συντάσσον ἐξομοιάζει αὑτῷ, | |
15 | τὸ δὲ μόνον ὥσπερ ὕλα ὑποκείμενον. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ γραμμᾶν καὶ χωρίων. τὸ μὲν γὰρ τετράγωνον ὁρίζει καὶ συντάσσει, τὸ δ’ ἑτερό‐ μακες ὥσπερ ὕλα ὑποκειμένα ὁρίζεται καὶ συντάσσεται, τετραγωνι‐ ζόμενον καὶ ἐξισούμενον. Stob. 4.28.16 p. 681 He. (Mullach 2 p. 28) Καλλικρατίδα Πυθαγο‐ | |
20 | ρείου Λάκωνος ἐκ τοῦ Περὶ οἴκω εὐδαιμονίας. Τὸ μὲν ὦν ὅλον ὑπολαπτέον εἶμεν σύσταμα κοινωνίας συγγενικᾶς. σύσταμα δὲ πᾶν ἔκ τινων ἐναντίων καὶ ἀνομοίων σύγκειται, καὶ ποτὶ ἕν τι τὸ ἄριστον συντέτακται, καὶ ἐπὶ τὸ κοινὸν συμφέρον ἐπαμφέρεται· ὅ τε γὰρ ὀνυμαινόμενος χορὸς σύσταμά τί ἐστι κοινωνίας ᾠδικᾶς καὶ ποτὶ ἕν τι κοινὸν ἐπαμφέρεται, | |
25 | τὰν συνῳδίαν· ἔν τε ναῒ τὸ σύσταμα τῶ σώματος περὶ τὰν νᾶα ἔκ τινων ἀνομοίων καὶ ἐναντίων συνέστακεν, καὶ ποτὶ ἕν τι τὸ ἄριστον συντέτακται, τὸν κυβερνήταν, καὶ ἐπὶ τὸ κοινὸν συμφέρον ἐπαμφέρεται, | |
τὰν εὔπλοιαν· οὕτως δὲ καὶ ὁ οἶκος, σύσταμα κοινωνίας συγγενικᾶς | 103 | |
104 | ὑπάρχων, ἔκ τινων ἀνομοίων συνέστακε τῶν ἰδίων μερέων, καὶ ποτὶ ἕν τι τὸ ἄριστον συντέτακται, τὸν οἰκοδεσπόταν, καὶ ποτὶ τὸ κοινὸν συμφέρον ἐπαμφέρεται, τὰν ὁμοφροσύναν. ὡς δ’ ἁπλῶς εἰπέν, πᾶς ὁ οἶκος καθάπερ ψαλτήριον τριῶν τούτων χρῄζει τυχέν, ἐξαρτύσιος, | |
5 | συναρμογᾶς, ἁφᾶς τινος καὶ χρήσιος μωσικᾶς. ἐξάρτυσις μὲν ὦν ἐστιν ἁ σύνθεσις τῶν αὐτῶν μερῶν ἁπάντων, ἐξ ὧν συμπλαροῦται τό τε ὅλον καὶ τὸ πᾶν σύσταμα τᾶς συγγενικᾶς κοινωνίας· τῶν δὲ μερέων αὐτῶν δύο πρᾶτα καὶ μέγιστα, ἄνθρωπος καὶ κτᾶσις, ... τὸ κυβερνώμε‐ νον καὶ τὰν χρᾶσιν ἐμπαρεχόμενον. ὥσπερ δὲ καὶ ζῴω τὰ πρῶτα μέρεα | |
10 | καὶ μέγιστα ψυχὴ καὶ σῶμα, καὶ ψυχὰ μέν ἐστι τὸ κυβερνῶν καὶ χρεόμε‐ νον, σῶμα δὲ τὸ κυβερνώμενον καὶ τὰν χρᾶσιν ἐμπαρεχόμενον· καὶ ὁ μὲν βίος ὄργανον ἐπίκτατον ζωᾶς τᾶς ἀνθρωπίνας, τὸ δὲ σῶμα ὄργανον σύμφυτον καὶ συγγενὲς τᾶς ψυχᾶς. τῶν δὲ συμπληρούντων τὸν οἶκον ἀνθρώπων τοὶ μὲν συγγενέες, τοὶ δ’ οἰκῇοι. καὶ συγγενέες μὲν ἀπὸ τοῦ | |
15 | αὐτοῦ αἵματος γενόμενοι ἢ τὰν αὐτὰν ἀρχὰν ἔχοντες ἐκ τῶν κατασπει‐ ράντων πράτων τὸ γένος· οἰκῇοι δὲ ἐπίκτητοι συγγενέες, ἀπὸ τᾶς τῶ γάμω κοινωνίας λαμβάνοντες τὰν καταρχάν. οὗτοι δὲ τυγχάνοντι ἤτοι πατέρες ἢ ἀδελφοὶ ἢ μητροπάτορες ἢ πατροπάτορες ἢ ἕν γέ τι τούτων ἔχοντες τῶν εἰς τὸν γάμον συνελθόντων. εἰ δὲ καὶ τὸ τῶν | |
20 | φίλων ἀγαθὸν ἐπὶ τὸν οἶκον ἐπαμφέρεται (μέζων γὰρ οὕτως γίνεται καὶ μεγαλοπρεπέστερος οὐ μόνον οὐσίᾳ καὶ συγγενείᾳ πολυάριθμος γενόμενος ἀλλὰ καὶ φίλων πολυπλαθίᾳ), φανερὸν ὡς καὶ τοῦτο μέζονα ποιοῦν τὸν οἶκον, τὸ ἑταιρικὸν εἶδος τᾶς φιλίας, συγκαταριθματέον ἐν τᾷ συμπλαρώσει τῶ οἴκω. τᾶς δὲ κτάσιος ἁ μέν ἐστιν ἀναγκαία | |
25 | ἁ δὲ ἐλευθέριος· ἀναγκαία μὲν ἁ ποτ’ αὐτὰς ἐξυπηρετοῦσα τὰς τῶ βίω χρῄας, ἐλευθέριος δὲ ἁ πρὸς κόσμον καὶ διαγωγὰν ἄγοισα τὸν ἄνθρωπον, ὥστε μὴ ἑτέρων δέεσθαι. ἁ δ’ ὑπερβάλλοισα κόσμον ἐλευ‐ θέριον καὶ διαγωγὰν καταρχὰ ὕβριος καὶ ὀλέθρω ῥιζοῦται τοῖς ἀνθρώ‐ | |
ποις. ἀνάγκα γὰρ τὼς πολλὰ ἔχοντας τετυφῶσθαι πρᾶτον, τετυφωμέ‐ | 104 | |
105 | νους δὲ ἀλαζόνας γίνεσθαι, ἀλαζόνας δὲ γενομένως ὑπερηφάνως ἦμεν καὶ μήτε ὁμοίως μήτε ἴσως ὑπολαμβάνεν τὼς συγγενέας καὶ ὁμοφύλως καὶ φυλέτας, ὑπερηφάνως δὲ γενομένως ὑβριστὰς ἦμεν· ὕβριος δὲ πάσας ἔσχατον καὶ πέρας ὄλεθρος. ὅκα ὦν ἐν οἴκῳ καὶ πόλει περιουσιάζῃ, | |
5 | τὰ περισσὰ τὸν νομοθέταν δεῖ περικόπτειν καὶ περιτέμνειν ὡς ἀγαθὸν γεωργὸν τὰ φυλλομανίοντα τᾶς κτάσιος. τῶ δὲ συγγενικῶ καὶ οἰκῃακῶ μέρεος τῶ ἀνθρώπω τριττὸν τὸ εἶδος. τὸ μὲν γάρ ἐστιν ἄρχον, τὸ δ’ ἀρχόμενον, τὸ δ’ ἐπίκουρον τῶ οἴκω καὶ τᾶς συγγενείας· καὶ ἄρχον μὲν ὁ ἀνήρ, ἀρχόμενον δὲ ἁ γυνά, ἐπίκουρον δὲ τὸ γεννατὸν ἐκ τούτων. | |
10 | Stob. 4.28.17 p. 684 He. (Mullach 2 p. 31) Ἐν ταὐτῷ. Ἐπεὶ τᾶς πρακτικᾶς καὶ κατὰ λογισμὸν ἀρχᾶς ἁ μέν ἐστι δεσποτικά, ἁ δὲ ἐπι‐ στατικά, ἁ δὲ πολιτικά. καὶ δεσποτικὰ μὲν ἁ τῶ ἰδίω συμφέροντος ἄρχοισα, ἀλλ’ οὐ τῶν ἀρχομένων· ταύταν γὰρ ἄρχει τὰν ἀρχὰν ὁ μὲν δεσπότας τῶν δούλων, ὁ δὲ τύραννος τῶν ὑποτεταγμένων. ἐπιστατικὰ | |
15 | δ’ ἕνεκα τῶν ἀρχομένων, ἀλλ’ οὐχ αὑτᾶς· ταύταν δ’ ἄρχουσι τὰν ἀρχὰν τοὶ μὲν ἀλεῖπται τῶν ἀθλητῶν, καὶ τοὶ ἰατροὶ τῶν νοσιόντων, καὶ τοὶ διδάσκοντες τῶν διδασκομένων. οὐ γὰρ αὐτοῖς τὸ συμφέρον, ἀλλὰ τοῖς ἀρχομένοις ποτιποιοῦντι· τοῖς μὲν καμνόντεσσιν τοὶ ἰατροί, τοῖς δὲ σωμασκεῦσιν οἱ ἀλεῖπται, τοῖς δ’ ἀνεπιστάμοσιν τοὶ ἐπιστάμονες. | |
20 | πολιτικὰ δ’ ἐστὶν ἀρχά, ἅτις τέλος ἔχει τὸ κοινᾷ συμφέρον καὶ τῶν ἀρχόντων καὶ τῶν ἀρχομένων· κατὰ γὰρ ταύταν τὰν ἀρχὰν ἐν μὲν τοῖς ἀνθρωπίνοις ὅ τε οἶκος καὶ ἁ πόλις συνήρμοσται, ἐν δὲ τοῖς θῄοις ὁ κόσμος. μίμαμα δ’ οἶκος καὶ πόλις καττὰν ἀναλογίαν τᾶς τῶ κόσμω διοικήσεως. ἄρχει μὲν γὰρ τὸ θῇον τᾶς φύσιος, οὔτε τὸ ἐκείνων συμφέρον | |
25 | σκοπεύμενον οὔτε μὰν τὸ ἴδιον ἀπολελυμένως, ἀλλὰ τὸ κοινᾷ. καὶ διὰ τοῦτο ποταγορεύεται ὁ κόσμος ἀπὸ τᾶς τῶν πάντων διακοσμάσιος, ποθ’ ἓν τὸ ἄριστον συντεταγμένος. τὸ δ’ ἕν ἐστιν ἄριστον αὐτός, ὅπερ | |
ἐστὶ καττὰν ἔννοιαν, ζῷον οὐράνιον, ἄφθαρτον, ἀρχά τε καὶ αἰτία τᾶς | 105 | |
106 | τῶν ὅλων διακοσμάσιος. ἐπεὶ ὦν καὶ ὁ ἀνὴρ ἄρχει τᾶς γυναικός, ἤτοι τὰν δεσποτικὰν ἄρχει ἀρχὰν ἢ τὰν ἐπιστατικὰν ἢ τό γε ἔσχατον τὰν πολιτικὰν ἄρχει· οὔτε δὲ τὰν δεσποτικὰν ἀρχάν, κάδεται γὰρ καὶ ἐπιμελῆται τᾶς αὑτῶ γυναικός· οὔτε τὰν ἐπιστατικὰν καθάπαξ, καὶ | |
5 | αὐτὸς γὰρ μέρος ἐστὶ τᾶς κοινωνίας· ἀπολείπεται ὦν τὰν πολιτικάν, καθ’ ἃν τίθεται καὶ ὁ ἄρχων καὶ ὁ ἀρχόμενος τὸ κοινᾷ συμφέρον. διόπερ καὶ ὁ γάμος ἐπὶ βίου κοινωνίᾳ συνίσταται. οἱ μὲν ὦν τὰν δεσποτικὰν ἄρχοντες ἀρχὰν τῶν ἀνδρῶν μισοῦνται ὑπὸ τῶν γυναικῶν, οἱ δὲ τὰν ἐπιστατικὰν καταφρονέονται· προσθῆκαι γὰρ ἂν φαίνοιντο τῶν γυναικῶν | |
10 | καὶ κόλακες· οἱ δὲ τὰν πολιτικὰν καὶ θαυμαίνονται καὶ φιλέονται. ἀμφότερα δὲ ταῦτα ἐσσεῖται, αἴκα ἁδονᾷ καὶ σεμνότατι κεκραμέναν ποτιφέρηταί τις τὰν ἀρχάν, τὰν μὲν ἁδονὰν ἐν τῷ ἀγαπῆν ποτιφερόμενος, τὰν δὲ σεμνότατα τῷ μηδὲν εὐτελὲς μηδὲ ταπεινὸν πράττειν. Stob. 4.28.18 p. 687 He. (Mullach 2 p. 30) Ἐν ταὐτῷ. Γαμίσκοντα | |
15 | δὲ δεῖ γαμὲν ποτὶ τὰν αὐτῶ τύχαν, ἵνα μήτε ὑπὲρ τὰν δύναμιν μήτε μῄονα τᾶς δυνάμιος τὸν γάμον ἐπάγηται, ἀλλὰ ποτὶ λόγον τᾶς ἰδίας δυνάμιος. οἱ μὲν γὰρ ὑπὲρ τὰν δύναμιν ἐπάγοντες στασιάζοντι διὰ τὰν ἁγεμονίαν· ἁ μὲν γὰρ τῷ πλούτῳ καὶ τῷ γένει καθυπερέχοισα τἀνδρὸς ἄρχειν προαιρῆται, ὁ δὲ ἀνάξιον ἁγῆται καὶ παρὰ φύσιν συγχωρέν· | |
20 | οἱ δὲ μῄονα τᾶς δυνάμιος, τὸ ἀξίωμα καὶ τὸ μέγεθος τῶ οἴκω συν‐ αιροῦντι. δεῖ δὲ τὸν μωσικὸν μιμέεσθαι, ὃς τὸν ἴδιον τόνον τᾶς φωνᾶς ἐκμαθὼν οὕτως πειρᾶται τὰν μέσαν καθιστάμεν, ὅκως καὶ ἐπὶ τὰ ὀξέα καὶ ἐπὶ τὰ βαρέα διαρκέσαι δύναται καὶ μήτε ῥήξῃ μήτε ἀπολίπῃ | |
τὰν τάσιν. οὕτως ὦν δεῖ καὶ γάμον συναρμόζεσθαι ποτὶ τὸν ἴδιον | 106 | |
107 | τόνον τᾶς ψυχᾶς, ὅπως μὴ μόνον ἐν εὐτυχίᾳ συνεκτρέχειν ἀλλάλοις δυνατοὶ ὦντι. 〈καὶ γὰρ αὐλοὺς ὁ αὐλατὰς ποτὶ τὸν ἴδιον τόνον διαρκέσαι δυναμένως λαμβάνει, καὶ πηδάλια ὁ κυβερνάτας ποτὶ τὸ μέγεθος τᾶς ναός.〉 ποτὶ λόγον δὲ μναστευσάμενον τὸν γάμον δεῖ καὶ ἐπίτροπον | |
5 | καὶ κύριον ἐπιστάταν τᾶς αὑτῶ γυναικὸς εἶμεν· ἐπίτροπον μὲν τῷ φροντίζειν τῶν ἐκείνας, κύριον δὲ τῷ ἄρχεν καὶ κυριεύειν, διδάσκαλοι δὲ τῷ διδάσκειν τὰ δέοντα. τοῦτο δ’ ἐσσεῖται μάλιστα, αἴκα τις ἀγαθῶν προγόνων σκοπιασάμενος παιδίον ἀκμάζουσαν γαμίσκῃ. καὶ γὰρ εὔπλασ‐ τοι καὶ εὐάγωγοι τυγχάνοντι πρωτονύμφευτοι, καὶ ποτὶ τὸ μαθὲν | |
10 | εὐφυῶς ἔχοντι καὶ ποτὶ τὸ φοβηθῆμεν καὶ ἀγαπάξαι τὸν αὐταυτᾶς | |
ἄνδρα. | 107 |